Τρίτη 26 Νοεμβρίου 2013

ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΔΡΕΑ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ

ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΔΡΕΑ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ



ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΝΔΡΕΑ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ
ΠΟΝΗΘΕΙΣΑ ΥΠΟ ΤΟΥ ΜΙΧΑΗΛ ΚΩΝ. ΜΠΕΡΚΟΥΤΑΚΗ


ἐν ἁγίοις πατὴρ ἡμῶν Ἀνδρέας διήνυσε τὸν βίον ἐν τῇ βασιλίδι τῶν πόλεων ἐν τοῖς χρόνοις τοῦ φιλοχρίστου αὐτοκράτορος Λέοντος. Ἦν δὲ  Σκύθης τῷ γένει καὶ δοῦλος, δουλεύων παρά τινι εὐσεβεῖ καί ἐναρέτῳ πρωτοσπαθαρίῳ ᾧ ὄνομα Θεόγνωστος· ὃς ὁρῶν τὴν Ἀνδρέου ὀξύνοιαν καὶ ἀρετὴν ἄγαν ἐτίμα αὐτόν, ὥστε ἐπιμεληθεὶς τὰ τῆς παιδείας αὐτοῦ ἤγαγεν ἐν διδασκαλείῳ ἔνθα τὰ ἱερὰ γράμματα ἔμαθεν. Ὁ ὅσιος ἠγάπα μελετᾷν τὰς γραφὰς καὶ τὰ τῶν μαρτύρων παλαίσματα πρός δε καὶ τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων ἡμῶν πατέρων τὸν βίον. Νυκτός τινος ἀγρυπνοῦντος αὐτοῦ, ὡς εἰώθει, ὁ πολυμήχανος διάβολος μὴ φέρων ὁρᾷν τὸν ἔνθεον αὐτοῦ ζῆλον ἤρξατο κρούειν σφοδρῶς τὰς τῆς οἰκίας θύρας· ὁ δὲ ὅσιος τρομῶν ἔδραμε ἐπὶ τὴν ἰδίαν αὐτοῦ κλίνην καὶ βαθέως ὑπνώσας εἶδε κατ’ ὄναρ δύο παρεμβολὰς ἔν τινι θεάτρῳ  πρὸς ἀλλήλας μαχομένας· ἐκεῖ μὲν πολλοὺς ἄνδρας σεβασμίους λευχειμονοῦντας ἐκεῖ δὲ Αἰθίοπας μελάγχρους. Ὤφθη δὲ αὐτῷ νεανίας τις πάνυ ὡραῖος τῷ κάλλει φέρων ἐν τῇ χειρὶ αὐτοῦ τρεῖς πολυτίμους στεφάνους· τούτῳ προσελθὼν ὁ ὅσιος ἤρετο πῶς ἄν τις δύναιτο τοὺς πολυτίμους ἐκείνους στεφάνους κτήσασθαι· ὁ δέ ἔφη τοὺς στεφάνους εἶναι τῶν τοὺς μελάγχρους Αἰθίοπας νικώντων, προέτρεψέ τε αὐτόν πολεμήσειν ἐκείνους λέγων· ἀπό τοῦδε ἔσει φίλος καὶ ἀδελφός μου, γυμνὸς ἀγωνίζου τὸν καλὸν ἀγῶνα, γενοῦ δι’ ἐμὲ σαλός κἀγὼ δωρήσομαί σοι πολλὰ ἀγαθὰ ἐν τῇ βασιλείᾳ μου.
ξυπνος δὲ γενόμενος ὁ ὅσιος ἔγνω τὸν Θεόν καλοῦντα αὐτὸν ἐν τῷ ἐνυπνίῳ ὑποκριθῆναι τὸν σαλόν. Τὴν δὲ ἐπιοῦσαν νύκτα ἐπορεύθη πρὸς τὸ κείμενον παρὰ τὸ δῶμα τοῦ κυρίου αὐτοῦ φρέαρ ἔνθα ἤρξατο κραυγάζειν καὶ ἀκαταλήπτους λαλεῖν λόγους διαρρηγνύων ἅμα τὰ ἱμάτια αὐτοῦ. Οἱ δὲ τοῦ οἴκου ὑπηρέται ἐκεῖσε δραμόντες  καὶ ἐν τοιούτῳ καταστήματι εὑρόντες τὸν ὅσιον ἀνήγγειλαν τῷ κυρίῳ αὐτῶν τὰ γενόμενα. Ἐλυπήθη μὲν σφόδρα ὁ κύριος αὐτοῦ ἐπὶ τὸ γεγενημένον ἠναγκάσθη δὲ ἐκ τῶν πραγμάτων ὡς σαλὸν καταγράψαι τὸν ὅσιον ἀπολῦσαί τε τοῦτον τῶν τῆς δουλείας δεσμῶν. Μετὰ ταῦτα ὁ μακάριος Ἀνδρέας ἤρξατο περιφερόμενος ἀνὰ τὰς ρύμας τῆς βασιλευούσης ἐν ὑποκρίσει διάγων σαλότητος. Ἀγογγύστως δὲ ὑπομένων τὴν ἐσχάτην πτωχείαν φέρων τε γενναίως τῶν πονηρῶν ἀνθρώπων τοὺς ποικίλους ὀνειδισμούς –συχνάκις γὰρ λίαν σκληρῶς πρὸς αὐτὸν οἱ τοιοῦτοι ὑπῆρχον διακείμενοι– καὶ διάγων ἐν κόσμῳ βίον κατὰ πάντα ἀσκητικὸν καὶ ἰσάγγελον ταχέως κατέλαβε τὸ τῆς χριστομιμήτου ταπεινώσεως περίοπτον ὕψος, τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς κοσμηθείσης διὰ τῶν ὑπερφυῶν τοῦ Παναγίου Πνεύματος χαρισμάτων. Ὅσον μὲν ὁ ὅσιος πρὸς τὸ ἀκρότατον ἀνῄει τῆς τελειότητος ὕψος τόσον δὲ ἐπεμελεῖτο κρύπτειν τὴν πνευματικὴν αὐτοῦ πολιτείαν ὑπὸ τὰς σοφὰς μηχανὰς τῆς σαλότητος  κατεργάζεσθαί τε ἅμα δι΄ αὐτῶν τὴν τῶν ἁμαρτωλῶν καὶ ἐμπαθῶν ἀνθρώπων διόρθωσιν.
πειδὴ δὲ κατὰ τὸν ἀψευδῆ τοῦ Κυρίου λόγον· οὐ δύ­να­ται πό­λις κρυβῆναι ἐπάνω ὄ­ρους κειμένη· οὐ­δὲ καί­ου­σι λύ­χνον καὶ τι­θέ­α­σιν αὐ­τὸν ὑ­πὸ τὸν μό­διον, ἀλλ΄ἐπὶ τὴν λυ­χνί­αν καὶ λάμ­πει πᾶ­σι τοῖς ἐν τῇ οἰ­κί­ᾳ (Ματθ. Ε΄, 14-15) ὁ φιλάνθρωπος Θεὸς θαυμαστῶς ᾠκονόμησε τὴν φανέρωσιν τῆς ξενοτρόπου πολιτείας τοῦ δούλου αὐτοῦ εἰς ὠφέλειαν ἡμῶν καὶ ἔλεγχον, ὥστε τοὺς μὲν ἁμαρτωλοὺς εἰς μετάνοιαν τοὺς δὲ τοῖς τύποις λατρεύοντας εἰς επίγνωσιν τῆς ἀληθοῦς εὐσεβείας ἐλθεῖν. Περιφερόμενος ποτὲ ἐν τῇ Βασιλευούσῃ ὁ ὅσιος ὑπήντησε τρεῖς ἐναρέτους νεανίας, ὧν ὁ πρεσβύτερος προσῆλθεν αὐτῷ θεόθεν φωτισθεὶς καὶ ἐννοήσας τῆς τοῦ ὁσίου ἁγιότητος τὸ μυστήριον. Ὁ δὲ ὅσιος ἐξέφηνε τῷ νεανίᾳ τὸ ὄνομα αὐτοῦ λέγων· σύ εἶ ὁ Ἐπιφάνιος, ἀπὸ τοῦ νῦν ἔσει μου φίλος καὶ τέκνον πνευματικόν· προεῖπε δὲ αὐτῷ ὅτι ἔσοιτο ποτὲ ἐπίσκοπος ἐν τῇ Βασιλευούσῃ καὶ πολλῶν λογικῶν προβάτων ποιμήν. Ἄχρι δὲ τῆς κοιμήσεως αὐτοῦ ὁ ὅσιος ἔμελλε ἀποκαλύπτειν μόνῳ τῷ πιστῷ αὐτοῦ μαθητῇ Ἐπιφανίῳ τὰς παρὰ Θεοῦ δωρουμένας αὐτῷ θεωρίας ὁδηγεῖν τε αὐτὸν ἀπλανῶς εἰς ὁδὸν τελειότητος.
Π
αννυχίδος ποτὲ γενομένης ἐν τῷ τῆς Ἁγίας Σοροῦ παρεκλησίῳ τῷ κειμένῳ παρὰ τῷ ναῷ τῆς Θεοτόκου τῆς ἐπικαλουμένης τῶν Βλαχερνῶν παρῆσαν ὁ μακάριος Ἀνδρέας καὶ ὁ ἱερὸς Ἐπιφάνιος. Ὀψὲ τῆς νυκτός τῆς παννυχίδος ἤδη προϊούσης ὅ τε ὅσιος καὶ ὁ Ἐπιφάνιος εἶδον τὴν Θεομήτορα ἐνδόξως εἰσερχομένην ἐν τῷ ναῷ καὶ δορυφορουμένην ὑπὸ πλήθους λευχειμόνων ἁγίων ἐν οἷς ὁ Τίμιος Πρόδρομος καὶ Ἰωάννης ὁ Θεολόγος. Ἡ δὲ Θεομήτωρ διὰ τῶν βασιλικῶν πυλῶν εἰσελθοῦσα προέβη ἐπὶ τὸ θυσιαστήριον, ἔνθα γονυπετήσασα πολὺν διῆλθε χρόνον δακρυρροοῦσα καὶ δεομένη τοῦ μονογενοῦς Υἱοῦ αὐτῆς καὶ Θεοῦ ὑπὲρ σωτηρίας τοῦ κόσμου. Μετὰ δὲ ταῦτα τὸ στίλβον μαφόριον ἐκ τῆς ἀχράντου κεφαλῆς ἐκδυσαμένη διὰ τῶν πανάγνων αὐτῆς χειρῶν ὕπερθεν ἐφήπλωσε τοῦ χριστωνύμου λαοῦ ἐκτυποῦσα οὕτω τὴν προστασίαν καὶ σκέπην, ἣν τῇ μεσιτείᾳ αὐτῆς παρέχει τῇ Βασιλευούσῃ καὶ τῷ τῆς πόλεως λαῷ. Ἐστώσης μὲν τῆς Θεομήτορος ἐν τῷ ναῷ ἡ ἱερὰ ἐσθὴς διετέλει χάριν τοῖς πιστοῖς ἀναδύουσα ἀναλαμβανομένης δὲ εἰς οὐρανούς ἤρξατο καὶ ἡ θεία αὐτῆς Σκέπη συστελλομένη, ἕως οὗ ὅλως ἐξέλιπε. Τὴν τοιαύτην ὀπτασίαν ἠξιώθη ἰδεῖν ὁ θεῖος Ἐπιφάνιος τῇ τοῦ ὁσίου μεσιτείᾳ, εἰς ἀνάμνησιν δὲ αὐτῆς ἐθεσπίσθη ὕστερον ἡ τῆς Ἁγίας Σκέπης ἑορτή.
δὲ μακάριος Ἀνδρέας πληρώσας τὸ στάδιον τῶν ἀγώνων προέγνω ὑπερφυῶς τὴν ἰδίαν αὐτοῦ κοίμησιν. Συμβουλεύσας δὲ τὸ τελευταῖον τὀν ἱερόν Ἐπιφάνιον καὶ προφητικῶς προειπὼν τὰ περὶ τοῦ βίου αὐτοῦ ηὐλόγησεν αὐτὸν καὶ ἠσπάσατο τὸ ἔσχατον· εἶτα πορευθεὶς εἰς τὸ τοῦ ἱπποδρόμου θέατρον εὐχὴν ἐποιεῖτο ὑπὲρ τῶν ἐν θλίψεσι καὶ ἀνάγκαις· χαμαί δὲ κατακλιθεὶς ὁρῶν τε ἀγαλλομένῳ προσώπῳ ἀγγέλους τὴν ἁγίαν αὐτοῦ ψυχὴν ἐλθόντας ἀναλαβεῑν παρέδωκε τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ. Τοῦ ὁσίου δὲ κοιμηθέντος ἄρρητος εὐωδία ἐξεχύθη ἐν τῷ ρυπαρῷ ἐκείνῳ τόπῳ, ἅτε ἀφθόνου μύρου ἀναβλύσαντος ἐκ τοῦ ἁγίου αὐτοῦ λειψάνου. Γυνὴ δέ τις πτωχὴ ἐν καλύβῃ οἰκοῦσα ἐγγύς τοῦ τόπου ἐκείνου τὴν τοῦ μύρου ὀσμήν ὀσφρανθεῖσα ἔδραμεν ἔνθα ἔκειτο ὁ ὅσιος καὶ τὸ ἅγιον αὐτοῦ λείψανον θεασαμένη ἔδραμεν ἔκθαμβος ἀναγγεῖλαι τοῖς πέλας τὸ θαῦμα. Πολλοὶ μὲν ἔδραμον ἐκεῖσε οὐχ εὗρον δὲ τὸν ὅσιον τοῦ ἁγίου αὐτοῦ λειψάνου μετατεθέντος ὑπὸ Θεοῦ. Εἶδον δὲ ἅπαντες ὑπερφυὲς φῶς ἐν τῷ τόπῳ ὠσφράνθησάν τε τὴν ἄρρητον εὐωδίαν τοῦ οὐρανίου μύρου. Τὴν μακαρίαν τοῦ ὁσίου ψυχὴν ἐθεάσατο καὶ ὁ ἱερός Ἐπιφάνιος εἰς οὐρανοὺς ὁλὀφωτον  ἀναβαίνουσαν καὶ ὑπὸ ἁγίων ἀγγέλων δορυφορουμένην.
 μακάριος Ἀνδρέας ἓξ καὶ ἑξήκοντα ἐτῶν γενόμενος ἐτελειώθη τῇ κη΄ τοῦ μηνός Μαΐου καί νῦν παρεστὼς τῷ θρόνῳ τῆς Ὑπερθέου Τριάδος ἀπαύστως πρεσβεύει ὑπὲρ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.  Ἀμήν.
 
 
Α Κ Ο Λ Ο Υ Θ Ι Α     Α Σ Μ Α Τ Ι Κ Η
πονηθεῖσα ὑπό Μιχαήλ Κων. Μπερκουτάκη
ἐν ἔτει σωτηρίῳ 1997.


Read more: http://www.egolpion.com/andreas_salos.el.aspx#ixzz2lj9hgZPH

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου